Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.73 Dem. 43.76 (English) >>Dem. 43.78

43.75ἐγὼ μὲν οὖν τοῦτον τὸν τρόπον διῴκησα, ὅπως ἂν διασῴζωνται ὅτι μάλιστα οἱ οἶκοι οἱ ἀπὸ τοῦ Βουσέλου· τούτους δὲ ἐξετάσωμεν πάλιν. καὶ πρώτιστον μὲν τὸν νόμον τουτονὶ ἀνάγνωθι.Νόμος

ἄρχων ἐπιμελείσθω τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων καὶ τῶν οἴκων τῶν ἐξερημουμένων καὶ τῶν γυναικῶν, ὅσαι μένουσιν ἐν τοῖς οἴκοις τῶν ἀνδρῶν τῶν τεθνηκότων φάσκουσαι κυεῖν. τούτων ἐπιμελείσθω καὶ μὴ ἐάτω ὑβρίζειν μηδένα περὶ τούτους. ἐὰν δέ τις ὑβρίζῃ ποιῇ τι παράνομον, κύριος ἔστω ἐπιβάλλειν κατὰ τὸ τέλος. ἐὰν δὲ μείζονος ζημίας δοκῇ ἄξιος εἶναι, προσκαλεσάμενος πρόπεμπτα καὶ τίμημα ἐπιγραψάμενος, τι ἂν δοκῇ αὐτῷ, εἰσαγέτω εἰς τὴν ἡλιαίαν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡλιαία περὶ τοῦ ἁλόντος, τι χρὴ αὐτὸν παθεῖν ἀποτεῖσαι.

43.76πῶς ἂν μᾶλλον ἐξερημώσαιεν ἄνθρωποι οἶκον, εἴ τινες τούς τε γένει ὄντας ἐγγυτάτω Ἁγνίᾳ, τούτους ἐξελαύνοιεν ἐξ ἑτέρου οἴκου ὄντες, τοῦ Στρατίου, καὶ πάλιν εἰ τὸν μὲν κλῆρον ἀξιοῖ ἔχειν τὸν Ἁγνίου ὡς γένει προσήκων, τὸ δʼ ὄνομα, ἐστιν αὐτῷ, μὴ ὅτι ἐκ τοῦ Ἁγνίου οἴκου, ἀλλʼ οὐδʼ ἐκ τοῦ Στρατίου ἐστὶν τοῦ ἑαυτοῦ προγόνου, οὐδὲ τῶν ἄλλων ἀπογόνων τῶν Βουσέλου, τοσούτων γενομένων, οὐδενὸς ἔχει τὸ ὄνομα;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.73 Dem. 43.76 (English) >>Dem. 43.78

Powered by PhiloLogic